﻿ΣΕΙΡΑΧ.
30.
ΠΕΡΙ ΤΕΚΝΩΝ.  Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ, ἵνα εὐφρανθῇ ἐπ᾿ ἐσχάτῳ αὐτοῦ. 
ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπ᾿ αὐτῷ καὶ ἀνὰ μέσον γνωρίμων ἐπ᾿ αὐτῷ καυχήσεται· 
ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρὸν καὶ ἔναντι φίλων ἐπ᾿ αὐτῷ ἀγαλλιάσεται. 
ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ, καὶ ὡς οὐκ ἀπέθανεν· ὅμοιον γὰρ αὐτῷ κατέλιπε μετ᾿ αὐτόν. 
ἐν τῇ ζωῇ αὐτοῦ εἶδε καὶ εὐφράνθη καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη. 
ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν. 
περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ, καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ. 
ἵππος ἀδάμαστος ἀποβαίνει σκληρός, καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής. 
τιθήνησον τέκνον, καὶ ἐκθαμβήσει σε· σύμπαιξον αὐτῷ, καὶ λυπήσει σε. 
μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς, καὶ ἐπ᾿ ἐσχάτῳ γομφιάσεις τοὺς ὀδόντας σου. 
μὴ δῷς αὐτῷ ἐξουσία ἐν νεότητι· θλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἔστι νήπιος, μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι. καὶ μὴ παρίδῃς τὰς ἀγνοίας αὐτοῦ. 
κάμψον τὸν τράχηλον αὐτοῦ ἐν νεότητι. 
παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προσκόψῃς. 
