2
Proclaiming Christ Crucified
Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθὑπεροχὴν λόγου σοφίας καταγγέλλων ὑμῖν τὸ *μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. Καὶ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν §πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· ἵνα πίστις ὑμῶν μὴ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλἐν δυνάμει Θεοῦ.
Spiritual Wisdom
Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν *σοφίαν Θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· ἀλλὰ καθὼς γέγραπται,
 
ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε,
καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,
ἡτοίμασεν Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
 
10 Ἡμῖν δὲ § Θεὸς ἀπεκάλυψε διὰ τοῦ πνεύματος *αὐτοῦ· τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. 11 Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ Θεοῦ. 12 Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. 13  καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλἐν διδακτοῖς Πνεύματος §Ἁγίου, πνευματικοῖς πνευματικὰ *συγκρίνοντες.
14 Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. 15  δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑποὐδενὸς ἀνακρίνεται. 16 Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.
* 2:1 μαρτυριον 93.1% ¦ μυστηριον NA WH 4.4% 2:2 του ειδεναι τι ¦ τι ειδεναι CT 2:3 και εγω ¦ καγω CT § 2:4 πειθοις ανθρωπινης σοφιας λογοις 66.9% ¦ πειθοι ανθρωπινης σοφιας λογοις MSS 11.1% ¦ πειθοις ανθρωπινοις σοφιας λογοις MSS 8.5% ¦ πειθοις σοφιας λογοις NA TH 3.9% ¦ πιθοις σοφιας λογοις WH 0.6% ¦ πειθοι σοφιας SBL 0% * 2:7 σοφιαν θεου ¦ θεου σοφιαν CT 2:9 α ¦ οσα SBL WH 2:10 δε ¦ γαρ SBL WH § 2:10 ο θεος απεκαλυψε ¦ απεκαλυψεν ο θεος CT * 2:10 αυτου ¦ — CT 2:10 ερευνα ¦ εραυνα CT 2:11 οιδεν ¦ εγνωκεν CT § 2:13 αγιου ¦ — CT * 2:13 συγκρινοντες ¦ συνκρινοντες TH WH 2:15 μεν ¦ τα NA SBL 2:16 συμβιβασει ¦ συνβιβασει WH