10
Paul Defends His Ministry
Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς *πρᾳότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς· δέομαι δέ, τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ὑπακοή.
Τὰ κατὰ πρόσωπον βλέπετε; Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς §Χριστοῦ. Ἐάν τε γὰρ *καὶ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶνἧς ἔδωκεν Κύριος ἡμῖν εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶνοὐκ αἰσχυνθήσομαι· ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν. 10 Ὅτι, Αἱ μὲν ἐπιστολαί, φησί, βαρεῖαι καὶ ἰσχυραί· δὲ παρουσία τοῦ σώματος ἀσθενής, καὶ λόγος ἐξουθενημένος. 11 Τοῦτο λογιζέσθω τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ διἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.
12 Οὐ γὰρ τολμῶμεν §ἐγκρῖναι *συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες, καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ §συνιοῦσιν. 13 Ἡμεῖς δὲ *οὐχὶ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν Θεός, μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν. 14 Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· 15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι, ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, 16 εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. 17  δὲ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. 18 Οὐ γὰρ ἑαυτὸν συνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, ἀλλὃν Κύριος συνίστησιν.
* 10:1 πραοτητος ¦ πραυτητος CT 10:1 επιεικειας ¦ επιεικιας WH 10:7 αφ ¦ εφ CT § 10:7 χριστου ¦ — CT * 10:8 και ¦ — CT 10:8 ημιν ¦ — CT 10:10 μεν επιστολαι ¦ επιστολαι μεν CT § 10:12 εγκριναι ¦ ενκριναι TH WH * 10:12 συγκριναι ¦ συνκριναι TH WH 10:12 αλλα ¦ αλλ NA28 10:12 συγκρινοντες ¦ συνκρινοντες TH WH § 10:12 συνιουσιν 85% ¦ συνιασιν CT 4% * 10:13 ουχι ¦ ουκ CT 10:18 συνιστων ¦ συνιστανων CT 10:18 αλλ ¦ αλλα NA27 SBL WH