13
Final Warnings and Greetings
Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν *γράφω τοῖς προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι· ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν· καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ §ζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς.
Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. οὐκ ἐπιγινώσκετε ἑαυτούς, ὅτι *Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστιν; Εἰ μήτι ἀδόκιμοί ἐστε. Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Εὔχομαι δὲ πρὸς τὸν Θεόν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, §ἀλλὑπὲρ τῆς ἀληθείας. Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο *δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. 10 Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν ἔδωκέ μοι Κύριος εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν.
11 Λοιπόν, ἀδελφοί, χαίρετε· καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθὑμῶν. 12 Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. 13 Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
14  χάρις τοῦ §Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἀγάπη τοῦ Θεοῦ, καὶ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. *Ἀμήν.
* 13:2 γραφω ¦ — CT 13:4 ει ¦ — CT 13:4 ημεις ¦ και ημεις SCR § 13:4 ζησομεθα ¦ ζησομεν CT * 13:5 ιησους χριστος ¦ χριστος ιησους TH 13:5 εστιν ¦ — CT 13:7 ευχομαι ¦ ευχομεθα CT § 13:8 αλλ ¦ αλλα NA27 SBL TH WH * 13:9 δε ¦ — CT 13:10 εδωκε μοι ο κυριος ¦ ο κυριος εδωκε μοι CT 13:11 ειρηνης ¦ της ειρηνης PCK § 13:14 κυριου ¦ κυριου ημων PCK * 13:14 αμην ¦ — CT 13:14 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Κορινθίους δευτέρα ἐγράφη ἀπὸ Φιλίππων τῆς Μακεδονίας διὰ Τίτου καὶ Λουκᾶ.