2
The Man of Sin
Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπαὐτόν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός, *μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε διἐπιστολῆς ὡς διἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡμέρα τοῦ Χριστοῦ· μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ἄνθρωπος τῆς §ἁμαρτίας, υἱὸς τῆς ἀπωλείας, ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ *πάντα λεγόμενον θεὸν σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ Θεός. Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν; Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται, καὶ τότε ἀποκαλυφθήσεται ἄνομος, ὃν Κύριος §ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν παρουσία κατἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, 10 καὶ ἐν πάσῃ ἀπάτῃ *τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις, ἀνθὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. 11 Καὶ διὰ τοῦτο πέμψει αὐτοῖς Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· 12 ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, §ἀλλεὐδοκήσαντες *ἐν τῇ ἀδικίᾳ.
Chosen for Salvation
13 Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς Θεὸς ἀπἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος, καὶ πίστει ἀληθείας· 14 εἰς §ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 15 Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε διἐπιστολῆς ἡμῶν.
16 Αὐτὸς δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ * Θεὸς καὶ πατὴρ ἡμῶν ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17 παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ.
* 2:2 μητε ¦ μηδε CT 2:2 πνευματος ¦ του πνευματος ANT 2:2 χριστου ¦ κυριου CT § 2:3 αμαρτιας 93.5% ¦ ανομιας CT 5.5% * 2:4 παντα ¦ παν το SCR 2:4 ως θεον καθισαι 78.4% ¦ καθισαι CT 7.7% ¦ καθισαι ως θεον 7.4% 2:6 ἑαυτοῦ ¦ αὐτοῦ WH § 2:8 αναλωσει 82.6% ¦ ιησους αναλωσει MSS 8.2% ¦ ιησους ανελει CT 4.4% * 2:10 της αδικιας εν ¦ αδικιας CT 2:11 πεμψει ¦ πεμπει CT 2:12 παντες ¦ απαντες TH § 2:12 αλλ ¦ αλλα NA27 SBL TH WH * 2:12 εν ¦ — CT 2:13 ειλετο ¦ ειλατο CT 2:13 απ αρχης ¦ απαρχην NA SBL § 2:14 εκαλεσεν ¦ και εκαλεσεν NA * 2:16 ο θεος και ¦ ο θεος ο NA TH WH ¦ θεος ο SBL 2:17 υμας ¦ — CT 2:17 λογω και εργω ¦ εργω και λογω CT