2
Imitating Christ's Humility
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ *τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες· μηδὲν §κατὰ ἐριθείαν κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν *ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων §ἕκαστος. Τοῦτο *γὰρ φρονείσθω ἐν ὑμῖν καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, ἀλλἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· 10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, 11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ πατρός.
Shining as Lights in the World
12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· 13 § Θεὸς γάρ ἐστιν ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
14 Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, 15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ *ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, 16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα. 17 Ἀλλεἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· 18 τὸ §δαὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ *συγχαίρετέ μοι.
Timothy and Epaphroditus
19 Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. 20 Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. 21 Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Χριστοῦ Ἰησοῦ. 22 Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. 23 Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἂν §ἀπίδω τὰ περὶ ἐμέ, ἐξαυτῆς· 24 πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ *συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς· 26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε· 27 καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, §ἀλλὰ Θεὸς *αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. 28 Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα, ἰδόντες αὐτὸν πάλιν, χαρῆτε, κἀγὼ ἀλυπότερος . 29 Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε· 30 ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, §παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα *ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
* 2:1 τις ¦ τι PCK ¦ τινα TR 2:1 οικτιρμοι ¦ οικτειρμοι TH 2:2 συμψυχοι ¦ συνψυχοι TH WH § 2:3 κατα εριθειαν η ¦ κατ εριθειαν μηδε κατα NA SBL TH ¦ κατ εριθιαν μηδε κατα WH * 2:4 εκαστος ¦ εκαστοι SBL WH 2:4 σκοπειτε ¦ σκοπουντες CT 2:4 τα ¦ το PCK § 2:4 εκαστος ¦ εκαστοι CT * 2:5 γαρ φρονεισθω ¦ φρονειτε CT 2:7 αλλ ¦ αλλα NA27 SBL TH WH 2:9 ονομα ¦ το ονομα CT § 2:13 ο ¦ — CT * 2:15 αμωμητα εν μεσω ¦ αμωμα μεσον CT 2:17 αλλ ¦ αλλα NA27 SBL WH 2:17 συγχαιρω ¦ συνχαιρω TH WH § 2:18 δ ¦ δε CT * 2:18 συγχαιρετε ¦ συνχαιρετε TH WH 2:21 χριστου ιησου ¦ του χριστου ιησου TR ¦ ιησου χριστου NA SBL TH 2:22 γινωσκετε ¦ γεινωσκετε TH § 2:23 απιδω ¦ αφιδω CT * 2:25 συστρατιωτην ¦ συνστρατιωτην TH WH 2:26 υμας ¦ υμας ιδειν WH 2:27 θανατω ¦ θανατου ANT WH § 2:27 αλλα ¦ αλλ ANT HF NA28 PCK TR * 2:27 αυτον ηλεησεν ¦ ηλεησεν αυτον CT 2:27 λυπην ¦ λυπη TR 2:30 του χριστου ¦ χριστου NA SBL TH ¦ κυριου WH § 2:30 παραβουλευσαμενος ¦ παραβολευσαμενος CT * 2:30 αναπληρωση ¦ πληρωση PCK