5
Exhortation to Elders
Πρεσβυτέρους *τοὺς ἐν ὑμῖν παρακαλῶ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, §ἀλλ*ἑκουσίως· μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως· μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου. Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι, τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, πᾶσαν τὴν μέριμναν ὑμῶν §ἐπιρρίψαντες ἐπαὐτόν, ὅτι αὐτῷ μέλει *περὶ ὑμῶν.
Νήψατε, γρηγορήσατε· ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, περιπατεῖ ζητῶν §τίνα καταπίῃ· ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν *κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10  δὲ Θεὸς πάσης χάριτος, καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ, ὀλίγον παθόντας αὐτὸς §καταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει. 11 Αὐτῷ * δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Final Greetings
12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, διὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν ἑστήκατε. 13 Ἀσπάζεται ὑμᾶς ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος υἱός μου. 14 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.
Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ §Ἰησοῦ. *Ἀμήν.
* 5:1 τους ¦ ουν NA27 SBL WH ¦ ουν τους TH 5:1 συμπρεσβυτερος ¦ συνπρεσβυτερος TH WH 5:2 επισκοπουντες 95% ¦ — WH 0.8% § 5:2 αλλ ¦ αλλα NA27 SBL TH WH * 5:2 εκουσιως ¦ εκουσιως κατα θεον ECM NA SBL TH 5:3 μηδε ¦ μηδ ANT CT TR 5:5 υποτασσομενοι 90.6% ¦ — CT 3.5% § 5:7 επιρριψαντες ¦ επιριψαντες CT * 5:7 περι ¦ υπερ PCK 5:8 γρηγορησατε ¦ γρηγορησατε οτι PCK TR 5:8 περιπατει ¦ περιερχεται PCK § 5:8 τίνα καταπίῃ ¦ τινα καταπιεῖν ECM NA PCK SBL TH ¦ καταπιεῖν WH * 5:9 κοσμω ¦ τω κοσμω ECM† NA27 SBL WH 5:10 υμας ¦ ημας TR 5:10 ιησου ¦ — ECM† NA28 SBL TH WH § 5:10 καταρτισαι υμας στηριξει σθενωσει θεμελιωσει ¦ καταρτισαι υμας στηριξαι σθενωσαι θεμελιωσαι PCK TR ¦ καταρτισει υμας στηριξει σθενωσει θεμελιωσει ANT ¦ καταρτισει στηριξει σθενωσει θεμελιωσει ECM NA SBL TH ¦ καταρτισει στηριξει σθενωσει WH * 5:11 η δοξα και το κρατος 60% ¦ η δοξα κρατος MSS 29.3% ¦ το κρατος και η δοξα MSS 6.8% ¦ το κρατος CT 0.6% 5:11 των αιωνων ¦ — ECM† NA WH 5:12 εστηκατε ¦ στητε CT § 5:14 ιησου ¦ — ECM† NA SBL TH WH * 5:14 αμην ¦ — CT